Psalms 121

1
LXX: Psa.120:1
ωδη τῶν ἀναβαθμῶν. Ἦρα τοὺς ὀφθαλμούς μου; εἰς τὰ ὄρη Πόθεν ἥξει βοήθειά μου
2
LXX: Psa.120:2
βοήθειά μου παρὰ κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.
3
LXX: Psa.120:3
μὴ δῷς εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξῃ φυλάσσων σε.
4
LXX: Psa.120:4
ἰδοὺ οὐ νυστάξει οὐδὲ ὑπνώσει φυλάσσων τὸν Ισραηλ.
5
LXX: Psa.120:5
κύριος φυλάξει σε, κύριος σκέπη σου· ἐπὶ χεῖρα δεξιάν σου
6
LXX: Psa.120:6
ἡμέρας ἥλιος οὐ συγκαύσει σε οὐδὲ σελήνη τὴν νύκτα.
7
LXX: Psa.120:7
κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ, φυλάξει τὴν ψυχήν σου.
8
LXX: Psa.120:8
κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
Copyright information for LXX